Ancient Greek · ~7 min
Fragment 495
Euripides, Fragmenta 495
Not analysed yet
〈ΑΓΓΕΛΟΣ. 〉――――
τίς ἦν ὁ 〈τυφλὰ τάδε βέλεμν’〉 ἐφεὶς ἐμοί;
ὡς δ’ οὐκ ἐφαινόμεσθα, σῖγα δ’ εἴχομεν,
πρόσω πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα
χωρεῖ δρομαίαν, θῆρ’ ἑλεῖν πρόθυμος ὤν,
βοᾷ δέ· κἀν τῷδ’ ἐξεφαινόμεσθα δὴ
ὀρθοσταδὸν λόγχαις ἐπείγοντες. φόν〈ον.
τὼ δ’ εἰσιδόντε δίπτυχον θείοιν κάρ〈α
ἥσθησαν, εἶπόν θ’· εἷα συλλάβεσθ’ ἄγρα〈ς,
καιρὸν γὰρ ἥκετ’· οὐδ’ ὑπώπτευον 〈δόλον,
φίλων προσώπων εἰσορῶντες ὄ〈μματα.
οἳ δ’ εἰς τὸν αὐτὸν πίτυλον ἤπειγ〈ον δορός,
πέτροι τ’ ἐχώρουν χερμάδες θ’ ἡ〈μῶν πάρα,
ἐκεῖθεν, οἳ δ’ ἐκεῖθεν· ὡς δ’ ᾔε〈ι μάχη
σιγή τ’ ἀφ’ ἡμῶν, γνωρίσαντ〈ε δὴ τὸ πᾶν
λέγουσι· μητρὸς ὦ κασίγνητ〈οι φίλης,
τί δρᾶτ’; ἀποκτείνοντες ο〈ὓς ἥκιστα χρῆν
φωρᾶσθε· πρὸς θεῶν δρᾶτ〈ε μηδαμῶς τάδε.
σὼ δ’ αὐταδέλφω χερμ〈άδ’ αἴρουσιν χεροῖν,
λέγουσί θ’ ὡς ἔφυσα〈ν ἐκ δούλης ποθέν,
κοὐ δεῖ τύραννά〈α σκῆπτρα καὶ θρόνους λαβεῖν
πρεσβεῖ’ ἔχοντ〈ας δυσγενεῖς τῶν εὐγενῶν.
κἀπεὶ τάδ’ εἰσ〈ήκουσαν. . . . .
――――
――――
***
ἑσφηλέ τ’ εἰς γῆν, 〈τὸν βίον τ’ ἀ〉φ〈εί〉λετο·
ἡμῶν δ’ ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη.
δ〉υοῖν δ’ ἀδελφοῖν σοῖν τὸν αὖ νεώτερον
λό〉γχῃ πλατείᾳ συοφόνῳ δι’ ἥπατοςπαίσ〉ας
ἔδωκε νερτέροις καλὸν νεκρὸν
Βοιω〉τός, ὅσπερ τὸν πρὶν ἔκτεινεν βαλών.
κἀντεῦ〉θεν ἡμεῖς οἱ λελειμμένοι φίλων
κοῦφον〉 πόδ’ ἄλλος ἄλλοσ’ εἴχομεν φυγῇ·
εἶδον δὲ τ〉ὸν μὲν ὄρεος ὑλίμῳ φόβῃ
κρυφθέν〉τα, τὸν δὲ πευκίνων ὄζων ἔπι·
οἳ δ’ εἰς φάρ〉αγγ’ ἔδυνον, οἳ δ’ ὑπ’ εὐσκίους
θάμνους κα〉θῖζον· τὼ δ’ ὁρῶντ’ οὐκ ἠξίουν
δούλους φονε〉ύειν φασγάνοις ἐλευθέροις.
τύχην τοιαύτην σ〉ῶν κασιγνήτων κλύεις.
ἐγὼ μὲν 〈οὖν〉 οὐκ οἶδ’ ὅτῳ σκοπεῖν χρεὼν
τὴν εὐγένειαν· τοὺς γὰρ ἀνδρείους φύσιν
καὶ τοὺς δικαίους τῶν κενῶν δοξασμάτων,
κἂν ὧσι δούλων, εὐγενεστέρους λέγω.
ΧΟΡΟΣ. αἰαῖ, κέκρανται δεινὰ πρὸς〉 κακοῖς κακά,
οὐδ’ ἡδόμεσθ’ ἀγῶνι δυστυ〉χεῖ δόμοις
δισσῶν ἀδελφῶν μόρον ἀκούον〉τες σέθεν.
ΘΕΑΝΩ. οἴμοι τὸ πᾶν δῆτ’ἐσφάλημ〉εν ἐλπίδων
――――――ται μέγα