Ancient Greek · ~1 min
Fragment 497
Euripides, Fragmenta 497
Not analysed yet
τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ
τὰ τῶν γυναικῶν· οἳ μὲν ἢ παίδων πέρι
ἢ συγγενείας εἵνεκ’ οὐκ ἀπώλεσαν
κακὴν λαβόντες· εἶτα τοῦτο τἄδικον
πολλαῖς ὑπερρύηκε καὶ χωρεῖ πρόσω,
ὥστ’ ἐξίτηλος ἁρετὴ καθίσταται.