Ancient Greek · ~1 min
Fragment 819
Euripides, Fragmenta 819
Not analysed yet
Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών,
Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα
Φοῖνιξ πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος
Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία Φοινίκης λιπών,
λέγοιμ’ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι·
Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται,
Φοῖνίξ 〈θ’〉, ὅθεν περ τοὔνομ’ ἡ χώρα φέρει,
καὶ Θάσος