Ancient Greek · ~1 min
Fragment 821
Euripides, Fragmenta 821
Not analysed yet
εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ
καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,
εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα
πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·
νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.