Ancient Greek · ~1 min
Fragment 897
Euripides, Fragmenta 897
Not analysed yet
παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς
πλεῖστον ὑπάρχει,
καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
πάντων ἥδιστος ἔφυ θνητοῖς·
καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων
εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις
τῶν τοῦδε πόνων μήτε συνείην
χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων.
τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
μήποτε φεύγειν,
χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.