Ancient Greek · ~2 min
Fragment 898
Euripides, Fragmenta 898
Not analysed yet
τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς,
ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ.
ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον
ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ·
ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο·
ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.