Ancient Greek · ~1 min
Fragment 908
Euripides, Fragmenta 908
Not analysed yet
τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς.
ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσιν
τίκτω; τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω,
στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς,
χρηστοὺς δ’ ἀπολλῦσ’· ἢν δὲ καὶ σεσωσμένους,
τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν
ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;