Ancient Greek · ~3 min
Fragment 909
Euripides, Fragmenta 909
Not analysed yet
οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον,
ἁρετὴ δ’ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνὴ
ἥτις ἀνδρὶ συντέτηκε σωφρονεῖν ἐπίσταται.
πρῶτα μέν γε τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις,
χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ·
οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν . . ἐστὶν ἀλλὰ νοῦς.
εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ,
κἀκπονεῖν ἂν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ τελεῖν.
ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει
ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος . . .
σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι
καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι πικρόν.