Ancient Greek · ~1 min
Fragment 910
Euripides, Fragmenta 910
Not analysed yet
ὄλβιος ὅστις τῆς ἱστορίας
ἔσχε μάθησιν,
μήτε πολιτῶν ἐπὶ πημοσύνην
μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν,
ἀλλ’ ἀθανάτου καθορῶν φύσεως
κόσμον ἀγήρων, πῇ τε συνέστη
καὶ ὅπῃ καὶ ὅπως.
τοῖς δὲ τοιούτους οὐδέποτ’ αἰσχρῶν
ἔργων μελέδημα προσίζει.