Ancient Greek · ~1 min
Fragment 963
Euripides, Fragmenta 963
Not analysed yet
μηδ’ εὐτύχημα μηδὲν ὧδ’ ἔστω μέγα,
ὃ σ’ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
μηδ’ ἤν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν·
ἀλλ’ αὑτὸς αἰεὶ μίμνε τὴν σαυτοῦ φύσιν
σῴζων βεβαίως ὥστε χρυσὸς ἐν πυρί.