Ancient Greek · ~1 min
Fragment 964
Euripides, Fragmenta 964
Not analysed yet
ἐγὼ δὲ 〈ταῦτα〉 παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην,
φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
ἵν’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.