Ancient Greek · ~5 min
Choral 8
Euripides, Ἴων 8
Not analysed yet
Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν
νυκτιπόλων ἐφόδων ἀνάσσεις
καὶ μεθαμερίων, ὅδωσον
δυσθανάτων κρατήρων πλη-
ρώματʼ ἐφʼ οἷσι πέμπει
πότνια πότνιʼ ἐμὰ χθονίας
Γοργοῦς λαιμοτόμων ἀπὸ
σταλαγμῶν
τῷ τῶν Ἐρεχθεϊδᾶν
δόμων ἐφαπτομένῳ·
μηδέ ποτʼ ἄλλος οἴ-
κων πόλεως ἀνάσσοι
πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη-
κτὸν ξίφος ἢ δαίμων ἐξά-
ψει βρόχον ἀμφὶ δειρήν,
πάθεσι πάθεα δʼ ἐξανύτουσʼ
εἰς ἄλλας βιότου κάτει-
σι μορφάς.
οὐ γὰρ δόμων γʼ ἑτέρους
ἄρχοντας ἀλλοδαποὺς
ζῶσά ποτʼ ἐν φαεν-
ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς
ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
αἰσχύνομαι τὸν πολύυ-
μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
λαμπάδα θεωρὸν εἰκάδων
ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
χορεύει δὲ σελάνα
καὶ πεντήκοντα κόραι
Νηρέος, αἱ κατὰ πόντον
ἀενάων τε ποταμῶν
δίνας, χορευόμεναι
τὰν χρυσοστέφανον κόραν
καὶ ματέρα σεμνάν·
ἵνʼ ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
ὁ Φοίβειος ἀλάτας.
ὁρᾶθʼ ὅσοι δυσκελάδοι-
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις
ἁμέτερα λέχεα καὶ γάμους
Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
εὐσεβίᾳ κρατοῦμεν
ἄδικον ἄροτον ἀνδρῶν.
παλίμφαμος ἀοιδὰ
καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω
δυσκέλαδος ἀμφὶ λέκτρων.
δείκνυσι γὰρ ὁ Διὸς ἐκ
παίδων ἀμνημοσύναν,
οὐ κοινὰν τεκέων τύχαν
οἴκοισι φυτεύσας
δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί-
ταν ἄλλαν θέμενος χάριν
νόθου παιδὸς ἔκυρσεν.