Ancient Greek · ~2 min
Episode 9, lines 9.1-9.2
Euripides, Ἴων 9.1-2
Not analysed yet
οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου
παρατροπὰ μελέᾳ μοι·
φανερὰ φανερὰ τάδʼ ἤδη,
σπονδᾶς ἐκ Διονύσου,
βοτρύων θοᾶς ἐχίδνας
σταγόσι μειγνυμένας φόνῳ
φανερὰ θύματα νερτέρων,
συμφοραὶ μὲν ἐμῷ βίῳ,
λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
τίνα φυγὰν πτερόεσσαν ἢ
χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
θανάτου λεύσιμον ἄταν
ἀποφεύγουσα, τεθρίππων
ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ,
ἢ πρύμνας ἐπὶ ναῶν;
οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
θεὸς ἐκκλέπτει.
τί ποτʼ, ὦ μελέα δέσποινα, μένει
ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι
δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;