Ancient Greek · ~2 min
Episode 9
Euripides, Ἴων 9.3
Not analysed yet
πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι.
ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης.
ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν;
καὶ τί μοι πλέον τόδε;
ἱκέτιν οὐ θέμις φονεύειν.
τῷ νόμῳ δέ γʼ ὄλλυμαι.
χειρία γʼ ἁλοῦσα.
καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
δεῦρʼ ἐπείγονται ξιφήρεις.
ἵζε νυν πυρᾶς ἔπι.
κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε
προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.