Ancient Greek · ~7 min
Episode 9, lines 9.4.1345-9.4.1386
Euripides, Ἴων 9.4.1345-1386
Not analysed yet
πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός.
σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
ἐνθύμιόν μοι τότε τίθησι Λοξίας
τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;
ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.
λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε
ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν
σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω .
ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.
καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.
ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
ἔπειτα δʼ εἴ τις Ἑλλάς. —ἐξ ἡμῶν δʼ ἔχεις
ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με
κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ
ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν.
ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι.