Ancient Greek · ~7 min
Episode 9, lines 9.4.1387-9.4.1429
Euripides, Ἴων 9.4.1387-1429
Not analysed yet
ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον·
τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν.
ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε,
καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα;
ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου,
εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι
οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε
σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον,
Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας.
σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.
τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;
παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
παῦσαι πλέκουσα. —λήψομαί σʼ ἐγὼ καλῶς.
ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ
ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς.
Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.
ἰδού·
τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.
ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;
δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.