Ancient Greek · ~2 min
Episode 9, lines 9.4.1430-9.4.1444
Euripides, Ἴων 9.4.1430-1444
Not analysed yet
τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;
δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο,
ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην,
θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
συγγνώσεται γὰρ ὁ θεός —ἐν χεροῖν σʼ ἔχω,
ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.