Ancient Greek · ~7 min
Episode 9, lines 9.1098-9.1140
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 9.1098-1140
Not analysed yet
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή,
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται.
μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται.
Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων
ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου
οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν.
χώρει δέ, θύγατερ, ἐκτός —οἶσθα γὰρ πατρὸς
πάντως ἃ μέλλει —χὑπὸ τοῖς πέπλοις ἄγε
λαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς,
ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους;
φεῦ·
τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι.
οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω.
τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν;
ἔα·
τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή.
ἔχʼ ἥσυχος.
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις.
οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι.
ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός.
κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων.
τίνʼ ἠδίκησαι;
τοῦτʼ ἐμοῦ πεύθῃ πάρα;
ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.