Ancient Greek · ~7 min
Episode 9, lines 9.1141-9.1184
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 9.1141-1184
Not analysed yet
πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν·
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων.
ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ
ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους,
κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν.
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω,
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών·
βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ,
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω,
ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην·
πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο
ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε
χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.
σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν
δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν.
τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς.
κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος,
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν,
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς,
κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί·
Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί,
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ
κακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ.