Ancient Greek · ~3 min
Episode 11
Euripides, Ὀρέστης 11.1
Not analysed yet
οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν.
ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε.
ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.
ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
—ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.
—Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.
ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.
Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
φονεύετε, καίνετε,
ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
ἐκ χερὸς ἱέμενοι
τὰν λιποπάτορα λιπόγαμον, ἃ
πλείστους ἔκανεν Ἑλλάνων
δορὶ παρὰ ποταμὸν ὀλομένους,
ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
σιδαρέοισι βέλεσιν ἀμ-
φὶ τὰς Σκαμάνδρου δίνας.