Ancient Greek · ~4 min
Choral 5
Euripides, Ῥῆσος 5
Not analysed yet
Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
προσφιλές ἐστιν εἰπεῖν.
ἥκεις, ὦ ποταμοῦ παῖ,
ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
ἀσπαστός, ἐπεί σε χρόνῳ
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
ρος ποταμὸς πορεύει
Στρυμών, ὅς ποτε τᾶς μελῳ-
δοῦ Μούσας διʼ ἀκηράτων
δινηθεὶς ὑδροειδὴς κόλπων
σὰν ἐφύτευσεν ἥβαν.
σύ μοι Ζεὺς ὁ φαναῖος
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
νῦν, ὦ πατρὶς ὦ Φρυγία,
ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
Ζῆνα πάρεστιν εἰπεῖν.
ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
τοις ὑποδεξίαις ἁμίλ-
λαις κατὰ πόντον Ἀτρειδᾶν
Σπάρταν οἰχομένων
Ἰλιάδος παρʼ ἀκτᾶς;
ὦ φίλος, εἴθε μοι
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
ξας τάδʼ ἐς οἶκον ἔλθοις.
ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
Πηλεΐδα κατʼ ὄμμα πέλ-
ταν δοχμίαν πεδαίρων
σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί-
ζων δίβολόν τʼ ἄκοντα πάλ-
λων. σὲ γὰρ οὔτις ὑποστὰς
Ἀργείας ποτʼ ἐν Ἥ-
ρας δαπέδοις χορεύσει·
ἀλλά νιν ἅδε γᾶ
καπφθίμενον Θρῃκὶ μόρῳ
φίλτατον ἄχθος οἴσει.