Ancient Greek · ~11 min
Episode 4
Euripides, Ῥῆσος 4
Not analysed yet
ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.
οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;
σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.
ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;
ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.
καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
κλύοντα πλήρη πεδία πολεμίας χερός.
φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.
χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις
ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ
θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,
ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.