Ancient Greek · ~3 min
Episode 9, lines 9.1-9.6
Euripides, Ἀνδρομάχη 9.1-6
Not analysed yet
ἰώ μοί μοι·
σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-
μύγματα θήσομαι.
ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
αἰαῖ αἰαῖ·
ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
λεπτόμιτον φάρος.
τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
τί δέ με δεῖ στέρνα
καλύπτειν πέπλοις; δῆλα καὶ
ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
δράκαμεν πόσιν.
ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
κατὰ μὲν οὖν στένω
δαΐας τόλμας, ἂν ἔρεξ’·
ὦ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.
συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;
ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
οἴμοι πότμου.
ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ’ εἰς πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω;
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.