Ancient Greek · ~7 min
Episode 9, lines 9.7.854-9.7.903
Euripides, Ἀνδρομάχη 9.7.854-903
Not analysed yet
ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.
—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω;
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις εἴθ’ εἴην,
ἢ πευκᾶεν
σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
πρωτόπλοος πλάτα.
ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,
ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,
οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς
μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.
ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
ἔα·
τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.
ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.