Ancient Greek · ~3 min
Choral 10, lines 10.1-10.4
Euripides, Ἠλέκτρα 10.1-4
Not analysed yet
ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,
τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν
πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα
διαδρόμου λέχους μέλεον ἃ πόσιν
χρόνιον ἱκόμενον εἰς οἴκους
Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους
ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων
πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.
ὀρεία τις ὡς λέαινʼ ὀργάδων
δρύοχα νεμομένα, τάδε κατήνυσεν.
ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
κλύεις ὑπώροφον βοάν;
ἰώ μοί μοι.
ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·
σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω,
τάλαινʼ, εὐνέταν.
ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων.
οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.