Ancient Greek
Episode 9, lines 9.1.1130-9.1.1146
Euripides, Ἠλέκτρα 9.1.1130-1146
Not analysed yet
οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν
τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ
νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,
φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με
δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,
πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.