Ancient Greek
Choral 2
Euripides, Ἠλέκτρα 2.3
Not analysed yet
Ἀγαμέμνονος ὦ κόρα,
ἤλυθον, Ἠλέκτρα, ποτὶ
σὰν ἀγρότειραν αὐλάν.
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
Μυκηναῖος ὀρειβάτας·
ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδʼ ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
εἱλικτὸν κρούσω πόδʼ ἐμόν.
δάκρυσι νυχεύ-
ω, δακρύων δέ μοι μέλει
δειλαίᾳ τὸ κατʼ ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
καὶ τρύχη τάδʼ ἐμῶν πέπλων,
εἰ πρέποντʼ Ἀγαμέμνονος
κούρᾳ ʼσται βασιλείᾳ
τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος
μέμναταί ποθʼ ἁλοῦσα.