Ancient Greek · ~2 min
Choral 2
Euripides, Ἠλέκτρα 2.3-2
Not analysed yet
μεγάλα θεός· ἀλλʼ ἴθι,
καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-
πηνα φάρεα δῦναι,
χρύσεά τε —χαρίσαι —προσθήματʼ ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεούς, κρατή-
σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει,
μέλεος ἀλαί-
νων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δʼ ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων πατρίων φυγάς,
οὐρείας ἀνʼ ἐρίπνας.
μάτηρ δʼ ἐν λέκτροις φονίοις
ἄλλῳ σύγγαμος οἰκεῖ.