Ancient Greek · ~5 min
Choral 6
Euripides, Ἠλέκτρα 6
Not analysed yet
ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ
Ἀργείων
ὀρέων ποτὲ κληδὼν ἐν
πολιαῖσι μένει φήμαις
εὐαρμόστοις ἐν καλάμοις
Πᾶνα μοῦσαν ἡδύθροον
πνέοντʼ, ἀγρῶν ταμίαν,
χρυσέαν καλλιπλόκαμον
πορεῦσαι. πετρίνοις δʼ ἐπι-
στὰς κᾶρυξ ἰάχει βάθροις·
Ἀγορὰν ἀγοράν, Μυκη-
ναῖοι, στείχετε μακαρίων
ὀψόμενοι τυράννων
φάσματα δείματα χοροὶ δʼ Ἀτρει-
δᾶν ἐγέραιρον οἴκους·
θυμέλαι δʼ ἐπίτναντο χρυ-
σήλατοι,
σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ
ἐπιβώμιον Ἀργείων·
λωτὸς δὲ φθόγγον κελάδει
κάλλιστον, Μουσᾶν θεράπων·
μολπαὶ δʼ ηὔξοντʼ ἐραταί,
χρυσέας ἀρνὸς ἐπίλογοι,
Θυέστου· κρυφίαις γὰρ εὐ-
ναῖς πείσας ἄλοχον φίλαν
Ἀτρέως, τέρας ἐκκομί-
ζει πρὸς δώματα· νεόμενος δʼ
εἰς ἀγόρους ἀυτεῖ
τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-
λον κατὰ δῶμα ποίμναν.
τότε δὴ τότε φαεν-
νὰς ἄστρων μετέβασʼ ὁδοὺς
Ζεὺς καὶ φέγγος ἀελίου
λευκόν τε πρόσωπον ἀ-
οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ-
νει θερμᾷ φλογὶ θεοπύρῳ,
νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ-
κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ-
δραι φθίνουσʼ ἀπειρόδροσοι,
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
λέγεται, τὰν δὲ πί-
στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει,
στρέψαι θερμὰν ἀέλιον
χρυσωπὸν ἕδραν ἀλλά-
ξαντα δυστυχίᾳ βροτεί-
ῳ θνατᾶς ἕνεκεν δίκας.
φοβεροὶ δὲ βροτοῖσι μῦ-
θοι κέρδος πρὸς θεῶν θεραπεί-
αν. ὧν οὐ μνασθεῖσα πόσιν
κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.