Ancient Greek · ~7 min
Episode 9, lines 9.1.1083-9.1.1129
Euripides, Ἠλέκτρα 9.1.1083-1129
Not analysed yet
Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·
εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·
ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων,
οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.
ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.
πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς
πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;
δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.
πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.
ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.
φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.
σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.
παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;
ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
τούτων ὕπερ μοι θῦσον —οὐ γὰρ οἶδʼ ἐγώ —
δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·
τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.
ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.
αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.