Ancient Greek · ~11 min
Episode 3
Euripides, Ἄλκηστις 3
Not analysed yet
ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ
εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;
κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
ἴστω νυν εὐκλεής γε κατθανουμένη
γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.
πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;
τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;
καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας
ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει
τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.