Ancient Greek
123.2
Euryphamus, Fragmentum 123.2
Unproofread scanNot analysed yet
καθ' ἂν κύριος αὐτὸς ἐντὶ καὶ ἀρετὰν ἐπιταδεῦσαι καὶ κακίαν ζαλῶσαι καὶ θεοὺς ὀπαδῆσαι καὶ ἀπὸ θεῶν ἀποτραπῆμεν, ταῦτα δὲ καὶ καθ' αὐτὸν κινεῖσθαι δυνατὸς ἐντὶ. διὸ καὶ φόβων καὶ ἐπαίνων καὶ τιμὰς καὶ ἀτιμίαις τὰ μὲν ἐκ τῶν θεῶν τὰ δὲ καὶ ἐκ τῶν τῶν ἀνθρώπων τυγχάνοντι προαιρέσιος ἡτοι ἀρετὰν ἡ κακίαν ζαλῶσαντες. Ἔχει γὰρ οὕτως ὁ σύμπας λόγος. τὸ θῆγον ἀνθρώπων, πολυφρονεστάτον ζῴων, ἐς τὸν κόσμον ἐσώχισεν, ἀντίμιμον ἡ μὲν τῆς ἰδίας φύσιος, ὁθαλμὸν δὲ τῶς τῶν ὄντων διακοσμάσιος. διὸ καὶ ὀνόματα μὲν ἐθῆκε τοῖς πράγμασι, χαρακτήρι αὐτῶν ἐπόμνευσεν, ἀνεύρετο δὲ καὶ γράμματα, ὠησαυροὺς τῇ μνήμῃ παρασκευασάμενος, ἐμιμάσατο δὲ καὶ τὰν τῶ παντὸς διακόσμησιν, δίκαις τε καὶ νόμοις κοινωνίαν πολιῶν συναρμοζάμενος. οὐδὲν γὰρ οὕτω κοσμοπρεπὲς καὶ θεῶν ἀξίων ἔργον ἀνθρώποισ πέπρακται, ὡς πόλιος εὐνομούμενας συναρμογὴ καὶ νόμων καὶ πολιτείης διακόσμησις ἑξ γὰρ ἑκαστος ἀνθρωπος αὐτὸς καθ' αὐτὸν οὐδὲς ἐὼν μετὰ τοῦ ζῆν ἐν ὁμορροσὺνα ζυνῆ καὶ ζυναρμογῇ πολιτείας καὶ αὐτὸς καθ' αὐτὸν ἑκανὸς γέγονε καὶ ποττὸ θλον καὶ τὸ τῆλγων σύσταμα τῶς κοινωνίας εὐάρμοστος. Ἀνθρώπω γὰρ ὁ βίος λύρας ἐξακριδωμένης καὶ κατὰ πῶν ἐπιτελέος ἑάσας εἰκὼν ἐντὶ. λύρα τε γὰρ πᾶσα χρήζει τριῶν τούτων τυχέν, ἐξαρτύσιος, συναρμογῆς, ἐπαφῆς τινος ἑωσικῆς. ἐξάρτυσις μὲν ὧν ἐντὶ ἑ τῶν οἰκῆων μερέων τῷ σώματος παρασκευὰ πάντων, λέγω δὲ τῶν