Ancient Greek
123.4
Euryphamus, Fragmentum 123.4
Unproofread scanNot analysed yet
Βίος ἀνθρώπων τῆλγος ὁ θεὸς μὲν λείπεται τῷ μὴ αὐτοτελὴς ἡμεν, ἀλόγων δὲ ζῴων καθιπερέχει τῷ ἀρετῆς καὶ εὐδαιμονσύνας ἐπίμοιρος ἡμεν. οὔτε γὰρ ὁ θεὸς τῶς ἐξωθεν αἰτίας ποτιδεῆς ἐντὶ, φύσι· γὰρ ἀγαθὸς ἐὼν καὶ φύσι εὐδαίμων ἐξ αὐταύτου τῆλγὸς ἐντὶ· οὔτε τῶν ἀλόγων ζῴων οὐδὲν ἀρετῆς καὶ εὐδαιμονσύνας ἐπίμοιρόν ἐντὶ, ἡ λόγῳ γὰρ ἄμοιρα ὄντα καὶ τῆς ἐς τὰς πράξις ἐπιστάμας ἄμοιρὰ ἐντὶ. Ἀνθρώπω δὲ φύσις τὰ μὲν τῶς ἑκ τῶς ἰδίας προαιρέσιος τὰ δὲ καὶ τῶς ἐκ τῷ ὀθῷ γινόμενας ἐπικουρήσιος ποτιδεῆς ἐντὶ. τὸ ἑ μὲν γὰρ λόγῳ τυπωτικὸς ἡμεν καὶ καλῶν καὶ αἰσγρῶν νοατικὸς, καὶ τὸ ὁρθῶς ἀπὸ τῶς ἀνακεκλίσθαι καὶ ἐς τὸν οὐρανὸν ἀποβλέπεν καὶ θεῶν τῶν ἀνωτάτω νοατικὸς ἡμεν, ταῦτα δὲ καὶ τῶς ἐκ τῶν θεῶν ἐπικουρήσιος τέτευχε· τὸ ἑ δὲ βούλησιν ἑχεν καὶ προαίρεσιν καὶ ἀρχὴν ἐν αὐταύτῳ τοιαύταν,