Ancient Greek
124.1
Euryphamus, Fragmentum 124.1
Unproofread scanNot analysed yet
χορδῶν καὶ τῶν ὀργάνων τῶν ποτ' εὐφωνίαν καὶ πλαγῶν ἐπισυνεργοῦντων· συναρμογὴ δὲ ἀ ποτ' ἀλλήλας σύγκρασις τῶν φθόγγων· ἐπαφὰ δὲ μουσικὰ κἀτὰ συναρμογὴν κίνησις τῆς τούτων. Οὕτως οὖν καὶ βίος ἀνθρώπων χρήζει τριῶν τούτων τυχεῖν. ἐξάρτυσις μὲν ἀ τῶν τῷ βίῳ μερεῶν ἐντὶ συμπλάρωσις, βίοιο δὲ μέρεα τὰ τε σώματος ἀγαθὰ καὶ τὰ τῶν χρημάτων καὶ τὰ τὰς δόξας καὶ τὰ τῶν φίλων· συναρμογὴ δὲ ἀ κατ' ἀρετὰν καὶ νόμους τούτων σύνταξις, ἐπαφὰ δὲ μουσικὰ ἀ κατ' ἀρετὰν καὶ νόμους τούτων σύγκρασις, ὀρθοπλο-ομενὰς τὰς ἀρετάς· καὶ μηδὲν ἐξωθεν ἀντιπίπτον ἐγούσας αὐτά. οὐ γὰρ ἐν τῷ ἀπερύχθαι τὰς προθέσεις τῶν ἐκσωτῶν σκοπῶν πέπτωκε τὸ εὐδαιμονέν, ἀλλ' ἐν τῷ κατατυγχάνειν· οὐδ' ἐν τῷ ἀδορυφόρατον ἡμεν καὶ ἀνυπηρέτατον τὰν ἀρετὰν, ἀλλ' ἐν τῷ συμπλαρωθῆναι ταῖς οἰκείαις δυνάμεσι ποτὶ τὰς πράξεις. Οὐ γὰρ αὐτοτελὴς ἐντὶ ὁ ἄνθρωπος, ἀλλ' ἀτελής· τέλεος δὲ γινόμενος ἀ μὲν παρ' αὐτὸν ἀ δὲ καὶ παρὰ τὰν ἐξωθεν αἰτίαν· καὶ τέλος ἤτοι κατὰν φύσιν ἢ κατὸν βίον· καὶ κατὰ μὲν τὰν φύσιν, αἰχὰ ἀγαθὸς γίνεται· ἀ γὰρ ἑκάστου ἀρετὰ ἀκρότης καὶ τελητότης ἐντὶ τὰς ἑκάστου φύσεως· οὗν ἀ μὲν τῶν ὀφθαλμῶν ἀρετὰ ὀκρότης καὶ τελητότης τὰς τῶν ὀφθαλμῶν φύσεως P, ἀ δὲ τῶν οὐάτων τὰς τῶν οὐάτων· οὕτω δὲ τῷ ἀνθρώπω ἀ ἀρετὰ ἀκρότης ἐντὶ καὶ τελητότης τὰς ἀνθρώπου φύσεως. Τέλος δὲ κατὸν βίον, αἰχὰ εὐδαίμων γίνεται· ἀ γὰρ εὐδαιμονία τελητότης καὶ συμπλάρωσις ἐντὶ τῶν ἀνθρωπίνων ἀγαθῶν. Διὸ πάλιν ἀρετὰ καὶ εὐτυχία μέρεα γίγνονται τῷ ὑπ' αὐτῶ βίῳ, τὰς μὲν ἀρετὰς ὡς ψυχὰς ὑποκειμένας, τὰς δ' εὐτυχίας ὡς σώματος, τῶν δὲ συναμφότερον ὡς ζῴω. τῇ Γ μὲν γὰρ χρέεσθαι καλῶς αὐτοῖς ἐστι τοῖς κατὰ φύσιν ἀγαθοῖς, τῇ Δ δὲ τὰν χρήσιν ἐμπράχειν· καὶ χρέεσθαι μὲν ἀρετῇ, χρήσιν δ' ἐμπράχειν εὐτυχία· καὶ ἀ μὲν τὰν προαίρεσιν καὶ τὸν λόγον ὀρθὸν παρέχεσθαι, ἀ δὲ τὰς ἐνεργείας