Ancient Greek · ~1 min
Fragment 37
Eusebius Myndius, Fragmenta 37
Not analysed yet
37. Ἀνὴρ πολλὰ ἔχων καὶ χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος, καὶ μὴ βουλόμενος τοῖσι μεταποιευμένοισι ὑπὸ φθόνου μεταδιδόναι, ἔοικε ἀγγείῳ πονηρῷ, πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν ἑωυτῷ ἀποκείμενα, καὶ τὰ ἐνεόντα πρὶν φανῆναι διαφθείροντι.