Ancient Greek · ~2 min
Fragment 38
Eusebius Myndius, Fragmenta 38
Not analysed yet
38. Πατράσι παῖδας ἐπιζώειν εὐτυχές, καὶ χρὴ τοῦτο παρὰ τῆς τύχης αἰτέειν καὶ τοὺς μετὰ ταῦτα διαδεξομένους, καὶ ὅκως καὶ αὐτέων ἕκαστοι τάξι τῇ εἰρημένῃ τοὺς πρὸ ἑωυτῶν διαδεχοίατο. Κοινὴ δὲ εὐχὴ δικαιοτάτη αὕτη ἂν παρὰ πάντων φυλαχθείη ἐπὶ τῇ διαμονῇ τοῦ μεγίστου, τὴν ὑποδεχομένην ἑκάστοτε καὶ ἐκτρέφουσαν πάντας πατρίδα καὶ δοῦσαν τοὺς προηγησαμένους, αὐτήν τε καὶ θεῶν τῶν ἐγχωρίων τὰς κατεστεώσας τιμὰς τῷ πλεῦνι αἰεὶ ὑπερβάλλειν.