Ancient Greek · ~6 min
Section 4
Eusebius Scr. Eccl. et Theol., Antiquorum martyriorum collectio (fragmenta) 4
Not analysed yet
Ἐπίμαχός τε μετ' αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας βασάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ Διονυσία, αἰδεσθέντος ἀνηνύτοις ἐπιχειρεῖν, καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι. Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς Διόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, παραστάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. Διόσκορος δὲ σοφώτατα παῤῥησιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀνδρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμεσίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν ἐτασθεὶς, μεταξὺ δύο λῃστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες· ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ' αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς Διονυσίου τοῦ Ἀλεξανδρείας.