Ancient Greek · ~6 min
Section 5
Eusebius Scr. Eccl. et Theol., Antiquorum martyriorum collectio (fragmenta) 5
Not analysed yet
Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ κινηθέντος, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, τρεῖς ἄνδρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, καλέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμησαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιηνοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρατείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασιλεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογήσας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμόνος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεότεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγγελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ' ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ' εἰρήνης. Ἐκεῖθεν τοίνυν ἐπανελθὼν, καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτελεῖ περιστείλας ἐσθῆτι, καὶ φανερῶς ἐπὶ πάντων, ἐπὶ τῶν ὤμων ἀράμενος τῇ προσηκούσῃ ταφῇ παραδίδωσι.