Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2.1-2
Not analysed yet
Οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. Ἐπειδὴ δὲ διὰ παντὸς τοῦ ψαλμοῦ ἐντολῶν καὶ νόμου καὶ ὁδῶν καὶ μαρτυρίων καὶ κριμάτων διαφόρως πεποίηται μνήμην, καλῶς ἔχειν ἡγοῦμαι καὶ περὶ τούτων διαλαβεῖν καὶ πρῶτον περὶ ὁδοῦ. μακάριοι, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ ,τουτέστιν οὐχ οἱ κατὰ τὸν ἐνεστῶτα βίον πλούσιοι, οὐχ οἱ τὰ σώματα ἐρρωμένοι, οὐχ οἱ ἐν ἀρχαῖς, ἀλλ’ ὅσοι τὴν καλὴν ὁδὸν τὴν πρὸς θεὸν ἀπάγουσαν βαδίζουσι καὶ τούτων οὐχ οἱ ἐν ἀρχῇ τοῦ βαδίζειν ἔτι ὄντες, ἀλλ’ ὅσοι ἀρξάμενοι διετέλεσαν ἀμέμπτως τὸν αὐτῶν δρόμον ὡς ὁ λέγων· τὸν δρόμον τετέλεκα. ἑξῆς δὲ διδάσκει, ὅτι μὴ δυνατὸν δυσὶ κυρίοις δουλεύειν· οὐ γὰρ οἱ ἐργαζόμενοι, φησίν ,τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν . εἶτά φησιν· κατανοήσω τὰς ὁδούς σου ,αἳ διὰ τῶν μαρτυρίων κατανοοῦνται. τάδε διὰ τῆς τοῦ παντὸς διατάξεως θεωρεῖται. ἐφ’ οἷς ἀκολούθως ἐξαγορεύει πρότερον τὰς ἑαυτοῦ ὁδοὺς καὶ πάλιν δύο μνημονεύει ὁδῶν καὶ τὴν μὲν ἀπεύχεται,τὴν δὲ αἱρεῖσθαι ὁμολογεῖ, τὴν δὲ τῶν δικαιωμάτων συνιέναι ἀξιοῖ. εἶτα ἀνακρίνει ἑαυτοῦ τὰς ὁδοὺς καὶ συλλογισμοὺς ἑαυτὸν ἀπαιτεῖ τοῦ ἑαυτοῦ βίου λέγων· διελογισάμην τὰς ὁδούς μου . προκόψας δὲ ἤδη κατόρθωμα ἑαυτοῦ μέγιστον παρίστησι λέγων· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα . καὶ πάλιν ἐπὶ πλεῖον προκόψας ἤδη πλησίον ἑαυτοῦ τὸν θεὸν ἑστῶτα θεωρεῖ. διό φησιν· ἐγγὺς εἶ σύ, κύριε . καὶ ἐπὶ πᾶσι τὴν εἰς ἄκρον ἀρετῆς ἐπίδοσιν ἑαυτοῦ παριστάς φησι μετὰ πεποιθήσεως· πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου . ὁδοὺς δὲ ὀνομάζει τὸν πάντα βίον τῆς ἀνθρωπίνης ζωῆς διδάσκων, ὅτι παροδῖταί τινες καὶ ὥσπερ ἀπόδημοι τυγχάνομεν ἐν τῇ παρούσῃ ζωῇ. Ὅρα δὲ καὶ τὰ περὶ τοῦ νόμου. πρότερον μακαρίζει τοὺς πορευομένους ἐν νόμῳ κυρίου. προϊὼν δὲ εὔχεται καὶ αὐτὸς νοῆσαι τὰ ἐν τῷ νόμῳ, εἶτα ἐλεηθῆναι . εἶτα ὡς τυχὼν τῆς εὐχῆς ἐπαγγελίαν πρὸς τὸν θεὸν ποιεῖται λέγων· καὶ φυλάξω τὸν νόμον σου . ἤδη δὲ προκόψας ἀγωνίζεται ὑπὲρ τοῦ νόμου· ἀπὸ γὰρ τοῦ νόμου σου, φησίν, οὐκ ἐξέκλινα . εἶτα καὶ ἀποκλαίεται διὰ φιλανθρωπίαν τοὺς μὴ ὁμοίους, τοὺς ἐγκαταλιμπάνοντας τὸν νόμον . εἶτα ἐπὶ μεῖζον προκόψας ἀδολεσχίας ὀνομάζει τὰ παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου μαθήματα. καὶ ἑξῆς εὐγνωμόνως ἐξομολογεῖται, ὅτι οὐδεμία τις ἦν αὐτῷ σωτηρίας ἐλπίς, εἰ μὴ τῆς μελετῆς τοῦ νόμου τοῦ θεοῦ ἠξίωται. καὶ ἔτι προκόψας σεμνύνεται ἐπὶ τῷ ὑπερβαλλόντως ἠγαπηκέναι τὸν νόμον τοῦ θεοῦ ὡς διὰ πάσης ἡμέρας μηδενὶ ἑτέρῳ σχολάζειν ἢ μόνῃ τῇ μελετῇ αὐτοῦ. εἶτα παρίστησιν, ὅτι μὴ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός, καθ’ ἣν ἀντὶ φωτὸς ἡλίου λύχνῳφωτὶ χρῆσθαι εἰώθαμεν, οὐχ οὕτως λύχνῳ καὶ τῷ διὰ πυρὸς αἰσθητῷ φωτὶ ἐκέχρητο ὡς ταῖς αὐγαῖς τοῦ νόμου τοῦ θεοῦ· οὗτος γάρ μοι, φησίν, μόνος ἀπήρκει ἀντὶ λύχνου καὶ παντὸς αἰσθητοῦ φωτός. εἶτα εἰπὼν παρανόμους ἐμίσησα προϊὼν καὶ τὴν αἰτίαν τοῦ μίσους παρίστησι λέγων· διεσκέδασαν τὸν νόμον σου . οὓς καὶ ἀποκλαίεται διαθέσει φιλανθρώπῳ νικώμενος κατὰ τό· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; ἀλλὰ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὸν ἀληθῆ νοῦν ἐκλαβὼν τῶν ἐν τῷ νόμῳ θεωρουμένων τά τε ἐν αὐτῷ σύμβολα καὶ τὰς εἰκόνας ὑπερβὰς ὁμολογεῖ τὸν νόμον εἶναι τοῦ θεοῦ οὐδὲν ἕτερον ἢ ἀλήθειαν λέγων· καὶ ὁ νόμος σου ἀλήθεια . μεταβῆναι δὲ ἤδη λοιπὸν τοῦ θνητοῦ βίου καὶ ῥυσθῆναι τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ εὐχόμενος ἐπ’ οὐδενὶ ἑτέρῳ σεμνύνεται, ἀλλ’ ἐπὶ τῷ νόμῳ τοῦ θεοῦ. διό φησιν· ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην . καὶ τέλος ἀγαθῶν ἁπάντων τὸ ἐκ τοῦ νόμου τοῦ θεοῦ προξενούμενον ἐπισφράγισμα τὴν εἰρήνην ἐπάγει τοῖς ἀγαπῶσι τὸν νόμον ἐγγινομένην ἐπιλέγων, ὅτι οὐκ ἔστιν αὐτοῖς σκάνδαλον ,τὸ γαληνὸν καὶ εὐπαθὲς καὶ ἀτάραχον τῆς κατὰ θεὸν προκοπῆς διὰ τῆς εἰρήνης παριστάς. καὶ ἐπὶ πᾶσι τὸν ἀνωτάτω ἑαυτοῦ πόθον παρίστησι λέγων πρὸς θεόν· ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν, διδάσκων ὅτι τὸ αἴτιον τῆς τοῦ νόμου μελέτης οὐδὲν ἦν ἕτερον ἢ τὸ τυχεῖν τοῦ σωτηρίου τοῦ θεοῦ, ὅ ἐστιν ὁ Χριστός. τοσαῦτα καὶ τὰ περὶ τοῦ νόμου. ὃς συνῆπται τῇ ὁδῷ χειραγωγός τις ὢν καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὸ κατὰ θεὸν τέλος ὑποδεικτικός. διό ποτε μὲν παιδαγωγός ,ποτὲ δὲ λύχνος, ποτὲ δὲ φῶς ἐν τοῖς ἱεροῖς ἀνηγόρευται λόγοις. Καὶ ἐπὶ τῶν ἐντολῶν δὲ ὁ αὐτὸς τρόπος· πολλὰ γὰρ ἐν τῷ μεταξὺ περὶ ἐντολῶν διαλεχθεὶς κατὰ τὸ ἑνδέκατον στοιχεῖον ἐν προκοπῇ γεγονὼς καὶ βελτιωθεὶς διὰ τῶν προειρημένων διδάσκεται λέγειν· πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια ,καὶ ἑξῆς· πλατεῖα ἡ ἐντολή σου σφόδρα . εἶτα κατὰ προκοπήν· ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρύσιον . οἷς πᾶσιν ἐπισφράγισμα ἐπάγει· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην . ἔνθα πάλιν προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ἐν ἀρχαῖς μὲν ἔτι ὢν ἔλεγεν· σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι ,καὶ πάλιν μελλητικῶς· τότε οὐ μὴ αἰσχυνθῶ ,καὶ προϊὼν ὑπισχνεῖτο· ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω ,καὶ ὠς μηδέπω συνιεὶς τὸ βάθος τῶν ἐντολῶν προσεύχετο λέγων· μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου . καὶ ταῦτα μὲν κατ’ ἀρχὰς ἔλεγεν, προκόψας δὲ ὡμολόγει σεσοφίσθαι καὶ νενοηκέναι, ὅτι πᾶσαι αἱ ἐντολαὶ τοῦ θεοῦ ἀλήθεια . καὶ μετὰ ταῦτα τὰς ἐντολάς σου, φησίν, ἠγάπησα ,καὶ πάλιν· τὰς ἐντολάς σου ᾑρετισάμην . ἀνθ’ ὧν ἁπάντων ὥσπερ τὸν ἀντάξιον μισθὸν ἀπαιτῶν παρὰ τοῦ θεοῦ τὴν πᾶσαν εὐχὴν περιγράφει ἐν τῷ· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην ,τέλος ἁπάντων εὐχόμενος ἀναζητηθῆναι ὑπὸ τοῦ θεοῦ καὶ πρὸς αὐτὸν ἀνακληθῆναι εἰς τὴν ἐπουράνιον αὐτοῦ πόλιν. Ἐντολῆς δὲ καὶ νόμου διαφορὰν εἶναι ἡγοῦμαι τῷ τὸν μὲν νόμον εἶναι οὐ μόνον προστακτικὸν τῶν ποιητέων καὶ οὐ ποιητέων, ἀλλὰ καὶ συμβολικὸν ἀπορρήτων τινῶν καὶ ἀποκρύφων μυστηρίων, παρ’ ὃ καὶ πνευματικὸς εἶναι λέγεται παρὰ τοῦ ἀποστόλου καί· σκιὰν ἔχει μελλόντων ἀγαθῶν. ἡ δὲ ἐντολὴ σαφής τίς ἐστι λόγος καὶ ἀνεπικάλυπτος, προστακτικὸς μὲν τῶν ποιητέων, ἀπαγορευτικὸς δὲ τῶν οὐ ποιητέων, παρ’ ὃ καὶ λέλεκται· ἡ ἐντολὴ κυρίου τηλαυγής . Οὕτω καὶ ἐπὶ τῶν μαρτυρίων εὑρήσεις. κατ’ ἀρχὰς μὲν γάρ φησιν· ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ,καί· τὰ μαρτύριά σου ἐξεζήτησα ,ἤδη δὲ πολλῇ χρώμενος τῇ παρρησίᾳ ἐλάλουν, φησίν ,ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην ,καὶ αὖθις· τὰ μαρτύριά σου συνῆκα ,καὶ ὡς ἂν συνιεὶς αὐτὰ καὶ τὸν ἐν αὐτοῖς ἀναλαβὼν πλοῦτον ἐπάγει· ἐκληρονόμησα τὰ μαρτύριά σου ,καὶ προϊὼν ὑπερεκπλήττεται τὰ ἐν τοῖς μαρτυρίοις τοῦ θεοῦ θαύματα. εἶτα ἐπὶ πᾶσιν ὡς εἰς μέγα προκοπῆς ἐλθὼν πολεμεῖται καὶ διωγμοὺς ὑπομένει καὶ πάντας νικῶν τοὺς ἐχθροὺς μάρτυς τοῦ θεοῦ ἀναδείκνυται λέγων· πολλοὶ οἱ ἐκδιώκοντές με ,καὶ τὸ τέλος ἁπάντων πεπαρρησιασμένως θαρρεῖ λέγων· ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύρια σου . Τὰ δὲ μαρτύρια τοῦ θεοῦ ἕτερα ὄντα παρὰ τὸν νόμον καὶ τὴν ἐντολὴν σημαίνειν δοκεῖ μοι πάντα λόγον προαγορευτικὸν μαρτυρόμενον τὸ μέλλον συμβήσεσθαι τοῖς τῶν νόμων καὶ τῶν ἐντολῶν ἤτοι φύλαξιν ἢ παραβάταις καὶ τὸν διὰ μαρτύρων παραλήψεως ἐν ταῖς θείαις γραφαῖς λελεγμένον. ὁποῖος δέ ἐστιν ὁ φάσκων· ἄκουε, οὐρανέ ,καὶ παρὰ Μωυσεῖ· διαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. μαρτύρια δέ ἐστι θεοῦ καὶ τὰ προφητικῶς περὶ τῶν μελλόντων συμβήσεσθαι προαναπεφωνημένα οἷον τὰ περὶ τῆς ἀποβολῆς τοῦ Ἰσραὴλ καὶ τὰ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, περὶ ὧν λέλεκται· τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα . Καὶ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κριμάτων ὁ τὰ θεῖα στοιχειούμενος ἐν ἀρχαῖς μὲν ἔτι τυγχάνων ἐξομολογεῖται καὶ διὰ τῆς εὐχῆς παρακαλεῖ τὸν θεὸν ἱλασθῆναι αὐτῷ καὶ περιελεῖν τὸν ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτοῦ ὀνειδισμόν. ὅπως δὲ ἠγωνία τὴν μέλλουσαν ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσιν, ἑξῆς παρίστησιν· διὰ γὰρ τὰ κρίματα, φησίν, τῆς δικαιοσύνης σου οὐδὲ τάς νύκτας ἠρέμουν, ἀλλὰ καὶ ἐν ταύταις ἀνιστάμενος καὶ μὴ μόνοις τοῖς μεθεμερινοῖς καιροῖς ἀρκούμενος οὐδὲν ἕτερον ἔπραττον ἢ ἐξωμολογούμην καθαίρων ἐμαυτὸν καὶ ἰώμενος τὰ πάλαι ποτὲ γεγενημένα μοι πλημμελήματα. τοιαῦτα μὲν κατ’ ἀρχὰς ἐν ἀγῶνι καὶ φόβῳ τυγχάνων τὸν θεὸν παρακαλεῖ. ἤδη δὲ προκόψας ἐν τοῖς κατὰ θεὸν ἀγαθοῖς καὶ τὰ κάλλιστα ἑαυτῷ συνεγνωκὼς ἐφ’ ἑξῆς τὴν κατάστασιν τῆς ἑαυτοῦ παρρησίας παρίστησιν. μεταλαβὼν γοῦν ἀπὸ τῆς ἐξομολογήσεως αἴνους καὶ ὕμνους λοιπὸν τῷ θεῷ διέξεισι καὶ τοῦτο ἔπραττε διὰ πᾶσης ἡμέρας ἐπιτετηρημένως διαιρῶν τοὺς καιροὺς κατὰ τὸν τῆς ἑβδομάδα ἀριθμόν. καὶ ἐπὶ πᾶσι κατὰ τὸ τελευταῖον στοιχεῖον μετὰ θάρσους ἤδη καὶ πλείονος παρρησίας τὰ κρίματά σου, φησίν, βοηθήσει μοι . καὶ τοῦτο τέλος τῆς καὶ ἐν τούτοις προκοπῆς τοῦ τὰ θεῖα παιδευομένου καὶ τῆς μελλούσης ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσεως μεμαθηκότος. Σαφὴς δὲ καὶ ἡ τῶν κριμάτων πρὸς τὰ προλεχθέντα διαφορὰ καὶ μάλιστα πρὸς τὸν περὶ τῶν μαρτυριῶν λόγον, ἐν ᾧ καὶ περὶ τῶν κριμάτων τοῦ θεοῦ προμεμαρτύρηται· ἐν γὰρ τοῖς πάλαι διὰ τῶν θείων γραφῶν περὶ τῶν μελλόντων ἔσεσθαι μεμαρτυρημένοις καὶ τὰ περὶ τῆς κρίσεως τοῦ θεοῦ περιείληπται, ἅπερ ὁ μεμαθηκὼς ἔλεγεν· ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου ,καὶ πάλιν· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην .