Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-34
Not analysed yet
Αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι, κύριον, οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. Καὶ ὁ πρὸ τούτου ψαλμὸς ὕστατος ὢν τῶν ἀναβαθμῶν τὰ παραπλήσια τούτῳ περιεῖχεν, ἐν οἷς ἔλεγεν· ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν . διόπερ οἶμαι παρακεῖσθαι τοῦτον ἐκείνῳ καίπερ οὐκ ὄντα τῆς τῶν ἀναβαθμῶν τάξεως. ἀλλ’ ἐκεῖναι μὲν ἦσαν ᾠδαί, οὗτος δὲ αἶνος. σημαίνει δὲ τοῦτο ἡ ἀλληλούια προσγραφή· μεταβάλλεται γὰρ εἰς τὸ αἰνεῖτε. ἡ δὲ ϊα λέξις δηλοῖ τὸν κύριον, ὥστε εἰκότως ἄν τις ὕμνον ἢ αἶνον τοῦ θεοῦ περιέχειν εἴποι τὰ προκείμενα. ὧν τὰ μὲν πρῶτα ὡς ἐν προοιμίῳ τοῦ ὕμνου λελεγμένα διεγερτικὰ καὶ προτρεπτικὰ τῶν προσταττομένων αἰνεῖν τυγχάνει, αὐτὸς δὲ ὁ αἶνος ἄρχεται ἀπὸ τοῦ· κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Περιέχει δὲ κατήχησιν καὶ διδασκαλίαν ἀποστροφῆς μὲν εἰδώλων ,γνώσεως δὲ καὶ ἐπιστροφῆς τῆς πρὸς θεόν. τῆς δὲ τοιαύτης δέονται παραινέσεως οἱ ἐξ ἐθνῶν ἄρτι προσιόντες τῷ τοῦ θεοῦ λόγῳ. πρὸς οὓς καὶ ἀποτείνεται τὸ παρὸν πρόσταγμα δούλους ὄντας ἔτι καὶ μηδέπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. οὓς πρὸ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως συμβαίνει κατηξιῶσθαι μὲντῆς ἐν τῷ οἴκῳ τοῦ κυρίου στάσεως εἴσω προπύλων τῆς τοῦ θεοῦ ἐκκλησίας παρελθόντας καὶ τῶν πρώτων εἰσαγωγῶν ἠξιωμένους, μὴ μὴν καὶ εἰς τὰ ἐνδοτάτω τοῦ οἴκου εἰσεληλυθέναι, ἀλλ’ ἔτι ἐκτὸς ἑστάναι τῶν ἐσωτάτω. ἔνθα ποτὲ εἰσελεύσονται ἐλεύθεροι γεγονότες καὶ υἱοὶ διὰ τοῦ πνεύματος ἀποφανθέντες. Ἐπεὶ δὲ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι καὶ οὐχ ὅμοιοι, εἰκότως διάφοροι καὶ αἱ αὐλαὶ κατάλληλοι ταῖς τῶν εἰρημένων ψυχαῖς. πρῶτον δὲ τὸ ὄνομα κυρίου αἰνεῖν οἱ προειρημένοι δοῦλοι προστάττονται, εἰθ’ ἑξῆς ἐν προκοπῇ γενόμενοι καὶ αὐτὸν τὸν κύριον· πρότερον γὰρ δεήσει τοὺς ἐν εἰσαγωγῇ ὄντας μαθεῖν, ὅτι ἔστι τις κύριος εἷς ὁ τοῦ θεοῦ λόγος ἐφεστὼς τῷ σύμπαντι κόσμῳ καὶ δεσπόζων αὐτοῦ, εἶθ’ οὕτως περὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως αὐτοῦ διαλαβεῖν καὶ γνῶναι αὐτὸν υἱὸν ὄντα μονογενῆ τοῦ ἐπὶ πάντων θεοῦ.