Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-30
Not analysed yet
Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς κύριος. ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν αὐτοῦ. Ἐπεὶ ἀγαθὸς κύριος, αἰνεῖτε αὐτόν. ἀγαθὸς δὲ οὐ τῷ ἀγαθῶν μετέχειν, ἀλλ’ ὡσαύτως ὢν ἀγαθὸς τῷ πατρί. αἰνοῦμεν δὲ οὐ λέξει μόνον, ἀλλὰ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ. ἀλλ’ ἐπεὶ οὐ θεωρεῖν καὶ αἰνεῖν τὸν ἀγαθὸν κύριον μόνον προσήκει, ἀλλὰ καὶ πράττειν καὶ ἁρμόδια τοῖς τεθεολογημένοις, εἰκότως τῷ αἰνεῖν τὸν κύριον, ὅτι ἀγαθὸς ἐπήγαγε τὸ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁ τὰ ἁρμόζοντα ἐπιτελῶν, ἃ περίκειται τῷ ὀνόματι· τοῦτο γὰρ καὶ ἡδὺ καὶ πᾶσαν χρηστότητα ὑπεραῖρον. Διὰ τί δὲ αἰνοῦμεν τὸν ἀγαθὸν κύριον καὶ ψάλλομεν τῷ ὀνόματι αὐτοῦ ἢ ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας, Ἰακώβ ,ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας; ἀλλὰ καὶ τὸν μετ’ αὐτὸν τὸν Ἰακὼβ ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτοῦ ἐξελέξατο. καὶ διὰ τοῦτο λαός ἐστι περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιουσίου γινομένου παντὸς τοῦ περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν τοῦ θεοῦ καταγινομένου τῷ μετέχειν αὐτῆς ὄντος θεοῦ καὶ σοφοῦ καὶ λόγου θεοῦ.