Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλγʹ Λαοῦ ἐρχομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-26
Not analysed yet
Εὐλογήσει σε κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἤδη τῷ Ἀβραὰμ εἴρηται· οἱ εὐλογοῦντές σε εὐλόγηνται . δυνάμει δὲ αὑτὸν εὐλογεῖ ὁ τοῦτο ποιῶν. εἰ δ’ ἐπὶ τοῦ Ἀβραάμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ κυρίου; οὐ γὰρ δεῖται τῆς παρ’ ἡμῶν εὐλογίας. ἕκαστος δὲ ἑαυτῷ χαρίζεται καὶ ἑαυτὸν εὐλογεῖ ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων ποιητοῦ. διὸ πρῶτον εἴρηται· εὐλογεῖτε τὸν κύριον ,εἶθ’ ἑξῆς· εὐλογήσαι σε κύριος.