Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-39
Not analysed yet
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται. ἔστι δὲ τοῦ Δαυὶδ καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. ἔχει δέ τι πλέον οὗτος δογματικώτερος ὢν καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρχῆς παιδεύων καὶ φησίν· ἐκέκραξα. οὐ πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ θεός. οὕτω καὶ Μωυσῇ λέγεται εἰρηκέναι· τί βοᾶς πρός με; Ἀλλ’ ὁ μεγάλα δόγματα περὶ θεοῦ κεκτημένος ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αἰτῶν τι παρὰ τοῦ θεοῦ οὗτος ἐκέκραξε πρὸς αὐτόν. διὸ καὶ θαρσῶν φησιν· ἐπειδὴ τοιοῦτός εἰμι καὶ τοιαῦτα βοῷ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. μὴ μόνον τῇ διανοίᾳ μου καὶ τοῖς λογισμοῖς μου, ἀλλὰ καὶ αὐτῇ τῇ φωνῇ ἀπὸ καθαρῶν χειλέων προσφερομένῃ πρόσχες. ἔστι δὲ ὁ λόγος θαρσοῦντος ἑαυτῷ ἐπὶ καθαρευούσῃ φωνῇ ἀπὸ ψεύδους ἐπιορκίας τε καὶ λοιδορίας καὶ τῶν τούτοις παραπλησίων. διὸ πεπαρρησιασμένος εἰς δοκιμὴν παρέχει ἑαυτὸν τῷ θεῷ καὶ ἀκολούθως ἐπιλέγει·