Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλθʹ Φωναὶ τοῦ κατὰ θεὸν ἀγωνιζομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-25
Not analysed yet
Ἔγνων, ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων. πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Ἐντεῦθεν ὁ Σολομῶν ὡς παρὰ πατρὸς ὠφελημένος ἐν τῷ Ἐκκλησιαστῇ φησίν· τέλος λόγου τὸ πᾶν ἄκουε, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ἐάν τε πονηρὸν ἦ . ταύτην δ’ οὖν παρίστησι τὴν διάνοιαν καὶ τὸ παρὸν λόγιον· μετὰ γὰρ πάντα τὰ ἐν τῷ ψαλμῷ εἰρημένα τοῦτο ἀκριβῶς οἶδα καὶ πέπεισμαι, φησίν, ὅτι οὐκ ἄκριτα ἔσται παρὰ τῷ θεῷ τὰ τῶν ἀνθρώπων πράγματα. ἐπάξει δὲ ὁ θεὸς τὴν πρέπουσαν ἑκάστῳ ἀνθρώπῳ κρίσιν καὶ ἐκδικήσει τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἀκολούθως δὲ μετὰ τὰ προειρημένα ἐπὶ χρηστὸν τέλος περιγράφει τὸν ψαλμόν. διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, ὅθεν τὴν περιμένουσαν τοῖς δικαίοις ἀγαθὴν ἐλπίδα ἐκτίθεται λέγων· κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου, ἢ κατὰ τὸν Σύμμαχον· διαμένουσιν εὐθεῖς παρὰ τῷ προσώπῳ σου. τούτου γὰρ κρεῖττον οὐκ ἄν τις εὕροι τέλος, λέγω δὲ τοῦ ἀεὶ καὶ πάντοτε κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ἐνορᾶν τῷ θεῷ. Τέλος γοῦν τῶν ἀγαθῶν ἡ θεωρία κατὰ τὸν τοῦ σωτῆρος ἠμῶν μακαρισμόν, ἐν ὧ φησιν· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . οὗ τυχόντες ἐξομολογήσονται οἱ δίκαιοι, τουτέστιν εὐχαριστήσουσιν, τῷ ὀνόματί σου.