Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-4
Not analysed yet
Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπ’ Αἰγύπτου, ἥντινα τοῖς ἔθνεσιν ἀπαγγέλλειν τὸ θεῖον πνεῦμα παρακελεύεται. λέγει δ’ οὖν ἑξῆς· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ · βούλεται γὰρ ἀπαγγελθῆναι τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι καὶ μηδέποτε μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ θεὸς τῷ προτέρῳ παρέσχετο λαῷ, καὶ ὅπως μυρίων ἀγαθῶν παρὰ τοῦ θεοῦ τετυχηκότες παρέβησαν ἀσεβήσαντες, καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν καὶ ἀσεβείας τῆς τοῦ θεοῦ ἐφορώσης αὐτοὺς ἐπισκοπῆς ἀποπεπτώκασιν.