Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-39
Not analysed yet
Ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήμπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ’ αὐτῷ ἔλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ. Θεοῦ δ’ ἐστι καὶ τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώποις, ὅπερ εἰ μὴ ἐκ θεοῦ γένοιτο, οὐκ ἄν ποτε γένοιτο· οὐδὲ γὰρ Μωυσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους μὴ τοῦ κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυτοῦ λαὸν οὐ δι’ ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπίνης, διὰ δὲ τῆς κρείττονος δυνάμεως. καὶ ὁ σωτὴρ δὲ ἡμῶν φησιν· οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν.