Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμηʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-47
Not analysed yet
Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἐν μὲν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ μία καθ’ ἑαυτὴν ἡ ψυχὴ τὸν κύριον αἰνεῖν ἐκελεύετο φάσκοντος τοῦ λόγου· αἴνει, ἡ ψυχή μου, τὸν κύριον · ἐν δὲ τῷ μετ’ αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκαλεῖτο διὰ τοῦ· αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός · ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ ἡ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ· ἐπαίνει, Ἱερουσαλήμ, τὸν κύριον . ἀκολούθως οὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγγελμα ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε ὁρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἶνον τοῦ θεοῦ παρορμᾷ κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος, προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις.