Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμζʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-29
Not analysed yet
Ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Σφόδρα δὲ ἀπηκριβωμένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν· ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ · οὐ γὰρ εἴρηκεν ὁ ἀποστέλλων ἢ ὁ ἀποστεῖλας. ἄλλο δὲ δήπου ἐστὶ τὸ ἀπαγγεῖλαι καὶ ἄλλο τὸ ἀποστεῖλαι ἢ ἀποστέλλεσθαι· τὸ μὲν γὰρ προμηνύειν τὸ μέλλον ἐστὶ καὶ προλέγειν, τὸ δὲ παρουσίαν σημαίνειν καὶ τὸν ἀποσταλέντα δι’ ἑαυτοῦ κηρύττειν, ὥστε τὴν μὲν ἀπαγγελίαν καὶ τὴν πρόρρησιν τοῦ μέλλοντος γεγενῆσθαι παρὰ μόνῳ τῷ Ἰσραήλ ,τὴν δὲ ἀποστολὴν οὐκ ἂν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας; καὶ φαμέν· τούτους μὲν κρίνει ἀπὸ τοῦ φυσικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας καὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ, ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται ῥερᾳθυμηκόσιν. διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ’ οὕτως οὐκ ἐποίησεν, τουτέστιν οὐ πλάκας ἔπεμψεν, οὐ γράμματα, οὐ νομοθέτην Μωυσέα, οὐ τἆλλα τὰ ἐπὶ Σιναίου ὄρους, ἀλλὰ τοῖς Ἰουδαίοις ἐκ περιουσίας.