Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμθʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-48
Not analysed yet
Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Τήρει δὲ ἐν οἷς καὶ ἀλλαχοῦ καινοῦ ᾄσματος μνήμην ποιεῖται, εἰ μὴ πάντως συνῆπται τούτῳ καὶ ἡ διὰ τοῦ σωτῆρος ἡμῶν γενομένη κλῆσις· ἔν τε γὰρ τῷ ϛεʹ ψαλμῷ φέρεται ὁμοίως τὸ ᾄσατε τῷ κυρίω ᾆσμα καινόν, ἀλλ’ εὐθὺς ἐπισυνῆπται τούτῳ τὸ ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ ἀνεπικαλύπτως τοὺς καθ’ ὅλης τῆς οἰκουμένης κατοικοῦντας ἐπὶ τὸν αἶνον καλοῦντος τοῦ λόγου. καὶ πάλιν ἐν τῷ αὐτῷ λέγεται· εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ . καὶ ὁ ϛζʹ ψαλμὸς ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν περιέχων ἐπάγει ὅτι θαυμαστὰ ἐποίησεν. καὶ τίνα τὰ θαυμαστά, ἐπισυνάπτει δηλῶν ἐν τῷ ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν. τούτοις παραθεὶς τὰς ἐν τῷ παρόντι προκειμένας φωνὰς τὴν αὐτὴν εὑρήσεις διάνοιαν, ὅτε καὶ σαφέστερον ὀνομαστὶ τὸ τῆς ἐκκλησίας παρείληπται ὄνομα.