Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμθʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2.1-3
Not analysed yet
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τοῦ καινοῦ ᾄσματος ἐν τῇ τῶν ὁσίων ἐκκλησίᾳ ᾀδομένου δηλαδὴ τῆς τοῦ σωτῆρος ἡμῶν καινῆς διαθήκης μηκέτι τῷ παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωυσέως ,τὸ καινὸν δὴ τοῦτο παραδεξάμενος εὐφραινέσθω· αὐτὸς γὰρ ἦν ὁ τοῦ θεοῦ λόγος ὁ χρηματίσας τῷ Μωυσῇ καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύπτου ποιήσας τε αὐτὸν ἑαυτῷ λαόν . Τοῖς μὲν οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾶν πρώτοις παρακελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν. αὐτὸς δὲ ἦν αὐτὸς πάλιν ὁ τοῦ θεοῦ λόγος πάλαι μὲν αὐτῶν βασιλεὺς ὤν, ὕστερον δὲ παραιτηθεὶς ὑπ’ αὐτῶν. διὸ πρὸς τὸν προφήτην Σαμουήλ φησιν· οὐ σὲ ἐξουθενήκασιν· ἀλλ’ ἐμὲ τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν . ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν. τά γε μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασιλέα ἐπιγνόντα κατεδέξαντο. διόπερ ἡ κατὰ θεὸν εὐφροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ’ αὐτά. ὅθεν τὰ μὲν καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ἐν ταῖς ἑαυτῶν ἐκκλησίαις αἰνοῦσι τὸ ὄνομα τοῦ βασιλέως αὐτῶν ἐν χορῷ τοῦ θεοῦ λόγου τὸ ὄνομα Ἰησοῦν Χριστὸν μετὰ χορείας δοξάζοντες. Ἀλλὰ καὶ ὁ καθεῖς παρ’ ἑαυτῷ τυγχάνων δι’ ἔργων ἀγαθῶν καὶ διὰ τῶν τοῦ σώματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξολογίαν τοῦ θεοῦ διαπράττεται. εἰκότως τοῦτ’ αὐτὸ προλαβὼν ὁ λόγος προστάττει φάσκων· ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, τύμπανον μὲν τὸ σῶμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα· οἱ γὰρ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν Ἰησοῦ νέκρωσιν ἐν τῷ σώματι περιφέροντες ,οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραινομένῳ ἐπὶ τῷ ποιήσαντι αὐτὸν ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσι . Τί δὲ τὸ ψάλλειν, πολλάκις εἴρηται, καὶ ὅτι τὸ ψαλτήριον ὄργανόν ἐστιν ἐκ τῶν ἄνωθεν ἦχον ἀποτελοῦν καὶ σφόδρα γε εὐθύτητα ἔχον ,ὡς εἶναί γε αὐτὸ σημαντικὸν νοῦ εὐθύτητα ἔχοντος καὶ συνηχουμένου ἐκ τῆς ἄνωθεν ἐνδιδομένης θεόθεν σοφίας. οὐκ ἄλλο δὴ ἢ τῷ θεῷ ψάλλειν τοῖς τοιούτοις προσήκει οὐκ αὐτῶν ψαλλόντων τῶν πρὸς οὓς λέγει· μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμῶν ὀργάνων σου οὐκ ἀκούσομαι ,ἐπείπερ οὐδὲ τὸ τύμπανον οὐδὲ τὸ ψαλτήριον τὰ ἀποδοθέντα ἔχουσιν. οἱ μέντοι κεκτημένοι αὐτὰ ψαλοῦσιν αὐτῷ ἐπὶ τῷ εὐδοκεῖν ἐν λαῷ αὐτοῦ, ἐν γὰρ τῷ ἑαυτοῦ λαῷ, περὶ οὗ εἶπεν· καλέσω τὸν οὐ λαόν μου λαόν μου . Συγκροτεῖται δὲ οὗτος ἐκ πάντων τῶν πεπιστευκότων ἐθνῶν τῇ τοῦ σωτῆρος ἐπιδημίᾳ. περὶ τούτου ηὐχαρίστησεν ὁ σωτὴρ καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμροσθέν σου . εὐδοκία δὲ ἔμπροσθεν τοῦ πατρὸς γέγονεν εὐδοκοῦντος ἐν τῷ λαῷ αὐτοῦ τῷ διὰ τὸ ἄρτι κεκλῆσθαι ἐκ νηπίων συμπεπληρωμένῳ. καὶ ἐπείπερ ἕκαστος τῶν ἀπ’ αὐτοῦ στραφεὶς ὡς τὰ ἀκέραια καὶ εὐσταθῆ βρέφη γεγένηται· ἔμαθον γὰρ οἱ τούτου τοῦ λαοῦ πραότητα ἔχειν πρὸς τοῦ εἰπόντος· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι. ὅθεν καὶ ὑψοῦνται ἐν σωτηρίᾳ ,δι’ ἣν κατώρθωσαν πραότητα τὴν ἐν ὕψει κληρονομοῦντες γῆν ,ἥτις ζώντων τυγχάνουσα γῆ σωτηρίας ἐστὶ πλήρης. ταὐτὸν δὲ τὸ ὑψώσει πραεῖς τῷ ἀναλαμβάνων πραεῖς ὁ κύριος .